Ένας κόσμος γεμάτος μαγικό φως!

Διοσκουρίδης - "Αλόη βέρα"

Διοσκουρίδης αναφέρει:

ἀλόη· φύλλον ἔχει σκίλλῃ παραπλήσιον, λιπαρόν, ὑπόπλατυ, παχὺ ἐν τῷ περιφερεῖ, εἰς τοὐπίσω κλώμενον· παρ' ἑκάτερα δὲ τὰ φύλλα ἔχει ἐκ πλαγίων ἀκάνθια ἀραιῶς ἐξέχοντα, κολοβά. καυλὸν δὲ ἀνίησιν ἀνθερικῷ ὅμοιον, ἄνθος δὲ λευκὸν καὶ καρπὸν ἀσφοδέλῳ ἐοικότα· βαρύοσμος δὲ ὅλη καὶ ἀπογευομένῳ πικροτάτη. ἔστι δὲ μονόρριζος ὥσπερ πάσσαλον ἔχουσα τὴν ῥίζαν. γίνεται δὲ ἐν τῇ Ἰνδίᾳ πλείστη, ἐξ ἧς καὶ τὸ ὄπισμα κομίζεται· φύεται δὲ καὶ ἐν Ἀραβίᾳ καὶ Ἀσίᾳ καί τισι παραθαλασσίοις τόποις καὶ νήσοις ὡς ἐν Ἄνδρῳ, οὐκ εὔχρηστος εἰς ὀπισμόν, πρὸς δὲ κόλλησιν τραυμάτων ἐπιτήδειος λεία καταπλασσομένη. δισσὸν δέ ἐστι τοῦ χυλίσματος τὸ εἶδος· τὸ μέν τι ψαμμῶδες, ὅπερ ὑποστάθμη τῆς καθαρωτάτης ἔοικεν εἶναι, τὸ δέ ἐστιν ἡπατίζον. ἐκλέγου δὲ τὴν λιπαρὰν καὶ ἄλιθον, στίλβουσαν, ὑπόξανθον, εὔθρυπτον καὶ ἡπατίζουσαν, ῥᾳδίως ὑγραινομένην, ἐπιτεταμένην τῇ πικρίᾳ· τὴν μέντοι μέλαιναν καὶ δυσκάτακτον ἀπεκλέγου. δολίζουσι δ' αὐτὴν κόμμει, ὅπερ ἐλέγχεται γεύσει καὶ πικρίᾳ καὶ ὀσμῆς ἐπιτάσει καὶ τῷ μὴ διαλύεσθαι μέχρι ἐλαχίστου ψήγματος θλιβόμενον ὑπὸ τῶν δακτύλων· ἔνιοι δὲ καὶ ἀκακίαν μίσγουσι. δύναμιν δ' ἔχει στυπτικήν, ξηραντικήν, ὑπνωτικήν πυκνωτικὴν τῶν σωμάτων κοιλίας τε λυτικὴν καὶ στομάχου ἀποκαθαρτικὴν κοχλιαρίων δυεῖν πλῆθος μεθ' ὕδατος ψυχροῦ ἢ γαλακτώδους πινομένη αἵματός τε ἀναγωγὰς ἐπέχει καὶ ἴκτερον ἀποκαθαίρει μεθ' ὕδατος τριωβόλου ἢ δραχμῆς μιᾶς ὁλκὴ ἐν ποτῷ· καὶ μετὰ ῥητίνης δὲ καταπινόμενον ἢ ὕδατος ἢ μέλιτος ἑφθοῦ ἀναλημφθὲν κοιλίαν λύει, δραχμῶν δὲ τριῶν πλῆθος τελείως καθαίρει, μιγὲν δὲ τοῖς ἄλλοις καθαρτικοῖς ἧσσον αὐτὰ κακοστόμαχα ποιεῖ. ξηρὸν δὲ ἐπιπασθὲν τραύματα κολλᾷ καὶ ἀπουλοῖ ἕλκη καὶ καταστέλλει, αἰδοῖα δὲ εἱλκωμένα ἰδίως θεραπεύει καὶ ἐπαγώγια τὰ χειρισθέντα παρακολλᾷ. θεραπεύει δὲ καὶ κονδυλώματα καὶ ῥαγάδας κιρνάμενον σὺν γλυκεῖ οἴνῳ αἱμορραγίας τε ἵστησι τὰς ἐξ αἱμορροΐδων καὶ πτερύγια ἀπου- λοῖ· αἴρει καὶ πελιώματα καὶ ὑπώπια σὺν μέλιτι ψωροφθαλμίας τε καὶ κανθῶν κνησμοὺς παρηγορεῖ καὶ κεφαλαλγίαν μετ' ὄξους καὶ ῥοδίνου μετώπου καὶ κροτάφων χριομένων· ἐπέχει καὶ ῥεούσας τρίχας σὺν οἴνῳ καὶ πρὸς παρίσθμια δὲ καὶ οὖλα καὶ πάντα τὰ ἐν στόματι ἁρμόζει σὺν μέλιτι ἢ οἴνῳ. φώγνυται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ ἐπὶ καθαροῦ καὶ διαπύρου ὀστράκου, μεταβαλλόμενον μύστρῳ, μέχρι ἂν ὁμαλῶς πυρωθῇ· πλύνεται δὲ χωριζομένου τοῦ ψαμμώδους ὡς ἀχρήστου, λαμβανομένου δὲ τοῦ λιπαρωτάτου καὶ λείου.